Το Ευαγγέλιο Της Κυριακής Η΄ ΛΟΥΚΑ

Ήχος: πλ। δ΄
Εωθινόν:Γ'
Απόστολος:Α΄ Πρός Κορινθίους δ΄ 9-16
(Κατά Λουκᾶν ι΄ 25-37)

Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν। εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ। ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καί τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λησταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα। κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ΄ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ΄ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.




Μετάφραση
(Κατά Λουκᾶν ι΄ 25-37)

Κάποιος νομοδιδάσκαλος παρουσιάστηκε στόν Ἰησοῦ, καί γιά νά τόν φέρει σέ δύσκολη θέση τοῦ εἶπε: «Διδάσκαλε, τί πρέπει νά κάνω γιά νά κερδίσω τήν αἰώνια ζωή;» Ὁ Ἰησοῦς τόν ρώτησε: «Ὁ νόμος τί γράφει;» Ἐκεῖνος ἀπάντησε: «Νά ἀγαπᾶς τόν Κύριο τό Θεό σου μ΄ ὅλη τήν καρδιά σου καί μ΄ ὅλη την ψυχή σου, μ΄ ὅλη τή δύναμή σου καί μ΄ ὅλο τό νοῦ σου· καί τόν πλησίον σου ὅπως τόν ἑαυτό σου»। «Πολύ σωστά ἀπάντησες», τοῦ εἶπε ὁ Ἰησοῦς· «αὐτό κάνε καί θά ζήσεις». Ἐκεῖνος ὅμως, θέλοντας νά δικαιολογήσει τόν ἑαυτό του, εἶπε στόν Ἰησοῦ: «Καί ποιός εἶναι ὁ πλησίον μου;» Πῆρε τότε ἀφορμή ὁ Ἰησοῦς καί εἶπε: «Κάποιος ἄνθρωπος, κατεβαίνοντας ἀπό τά Ἱεροσόλυμα γιά τήν Ἱεριχῶ, ἔπεσε πάνω σέ ληστές. Αὐτοί τόν ξεγύμνωσαν, τόν τραυμάτισαν καί ἔφυγαν παρατώντας τόν μισοπεθαμένο. Ἀπό ἐκεῖνο τό δρόμο ἔτυχε νά κατεβαίνει καί κάποιος ἱερέας, ὁ ὁποῖος τόν εἶδε, ἀλλά τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Τό ἴδιο καί κάποιος λευίτης, πού περνοῦσε ἀπό ἐκεῖνο τό μέρος· παρ΄ ὅλο πού τόν εἶδε κι αὐτός, τόν προσπέρασε χωρίς νά τοῦ δώσει σημασία. Κάποιος ὅμως Σαμαρείτης πού ταξίδευε, ἦρθε πρός τό μέρος του, τόν εἶδε καί τόν σπλαχνίστηκε. Πῆγε κοντά του, ἄλειψε τίς πληγές του μέ λάδι καί κρασί καί τίς ἔδεσε καλά. Μάλιστα τόν ἀνέβασε στό δικό του τό ζῶο, τόν ὁδήγησε στό πανδοχεῖο καί φρόντισε γι΄ αὐτόν. Τήν ἄλλη μέρα φεύγοντας ἔβγαλε κι ἔδωσε στόν πανδοχέα δύο δηνάρια καί τοῦ εἶπε: φρόντισέ τον, κι ὅτι παραπάνω ξοδέψεις, ἐγώ ὅταν ξαναπεράσω θά σέ πληρώσω. Ποιός λοιπόν ἀπ΄ αὐτούς τούς τρεῖς κατά τή γνώμη σου ἀποδείχτηκε πλησίον ἐκείνου ποῦ ἔπεσε στούς ληστές;» Ὁ νομοδιδάσκαλος ἀπάντησε: «Ἐκεῖνος πού τόν σπλαχνίστηκε». Τότε ὁ Ἰησοῦς τοῦ εἶπε: «Πήγαινε, καί νά κάνεις κι ἐσύ τό ἴδιο».

Εωθινό Ευαγγέλιο
(Γ')
Αναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ΄ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια. Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ΄ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν. Ὓστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. Ο μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δέ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καί τόν λόγον βεβαιοῦντος διά τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

Μετάφραση
(Γ')
Μετά τήν ἀνάστασή του ὁ Ἰησοῦς, τό πρωί τῆς Κυριακῆς, ἐμφανίστηκε πρῶτα στή Μαρία τή Μαγδαληνή, τήν ὁποία εἶχε θεραπεύσει ἀπό ἑφτά δαιμόνια. Ἐκείνη πῆγε καί τό εἶπε στούς μαθητές, πού ἦταν λυπημένοι καί ἔκλαιγαν. Αὐτοί ὅμως, ὅταν ἄκουσαν ὅτι ὁ Ἰησοῦς ζεῖ καί τόν εἶδε ἡ Μαρία, δέν τήν πίστεψαν. Κατόπιν ὁ Ἰησοῦς ἐμφανίστηκε μέ διαφορετική μορφή σέ δυό ἀπ΄ αὐτούς, καθώς περπατοῦσαν καί πήγαιναν ἔξω στά χωράφια. Ἐκεῖνοι πῆγαν καί τά διηγήθηκαν στούς ὑπολοίπους· ἀλλά οὔτε κι αὐτούς τούς πίστεψαν. Τέλος, ὁ Ἰησοῦς ἐμφανίστηκε στούς ἕντεκα μαθητές καθώς ἔτρωγαν, καί τούς ἐπέπληξε γιατί ἀμφέβαλαν κι ἐπέμεναν νά μήν πιστεύουν αὐτούς πού τόν εἶδαν ἀναστημένο. Μετά τούς εἶπε: «Πορευθεῖτε σ΄ ὁλόκληρο τόν κόσμο καί διακηρύξτε τό χαρμόσυνο μήνυμα σ΄ ὅλη τήν κτίση. Ὅποιος πιστέψει καί βαφτιστεῖ θά σωθεῖ· ὅποιος δέν πιστέψει θά καταδικαστεῖ. Νά καί τά θαύματα πού θά κάνουν ὅποιοι πιστέψουν: Μέ τήν ἐπίκληση τοῦ ὀνόματός μου θά διώχνουν δαιμόνια, θά μιλοῦν νέες γλῶσσες, κι ἄν παίρνουν φίδια στά χέρια τους ἤ πίνουν κάτι δηλητηριῶδες δέ θά παθαίνουν τίποτε· θά βάζουν τά χέρια τούς πάνω σέ ἀρρώστους καί θά τούς θεραπεύουν». Ἀφοῦ τούς εἶπε αὐτά ὁ Κύριος, ἀναλήφθηκε στόν οὐρανό καί κάθισε στά δεξιά του Θεοῦ. Οἱ μαθητές τότε ἔφυγαν καί ἔφεραν τό χριστιανικό μήνυμα παντοῦ· κι ὁ Κύριος συνεργοῦσε μαζί τους κι ἐπιβεβαίωνε τό κήρυγμά τους μέ τά θαύματα πού τό συνόδευαν. Ἀμήν.


Ο Απόστολος Της Κυριακής
(Α΄ Πρός Κορινθίους δ΄ 9-16)

Ἀδελφοί, δοκῶ γάρ ὅτι ὁ Θεός ἡμᾶς τούς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καί ἀγγέλοις καί ἀνθρώποις. Ἡμεῖς μωροί διά Χριστόν, ὑμεῖς δέ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δ΄ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δέ ἄτιμοι. Ἂχρι τῆς ἄρτι ὥρας καί πεινῶμεν καί διψῶμεν καί γυμνητεύομεν καί κολαφιζόμεθα καί ἀστατοῦμεν καί κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ΄ ὡς τέκνα μου ἀγαπητά νουθετῶ. Ἐάν γάρ μυρίους παιδαγωγούς ἔχητε ἐν Χριστῷ, ἀλλ΄ οὐ πολλούς πατέρας· ἐν γάρ Χριστῷ Ἰησοῦ διά τοῦ εὐαγγελίου ἐγώ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Μετάφραση
(Α΄ Πρός Κορινθίους δ΄ 9-16)

Ἀδελφοί, μοῦ φαίνεται πώς ὁ Θεός σ΄ ἐμᾶς τούς ἀποστόλους ἔδωσε τήν ἐλεεινότερη θέση, σάν νά εἴμαστε καταδικασμένοι νά πεθάνουμε στήν ἀρένα. Γιατί γίναμε θέαμα γιά τόν κόσμο, γιά ἀγγέλους καί γι΄ ἀνθρώπους. Ἐμεῖς παρουσιαζόμαστε μωροί γιά χάρη τοῦ Χριστοῦ, ἐνῶ ἐσεῖς εἶστε σοφοί χάρη στό Χριστό· ἐμεῖς εἴμαστε ἀδύναμοι, ἐνῶ ἐσεῖς εἶστε δυνατοί· ἐμεῖς εἴμαστε περιφρονημένοι, ἐνῶ ἐσεῖς εἶστε τιμημένοι! Ὡς αὐτήν τήν ὥρα πεινᾶμε, διψᾶμε, γυρνᾶμε μέ κουρέλια, ξυλοδαρμένοι, ἀπό τόπο σέ τόπο χωρίς σπίτι, καί μοχθοῦμε νά ζήσουμε δουλεύοντας μέ τά ἴδιά μας τά χέρια. Στούς ἐμπαιγμούς ἀπαντᾶμε μέ καλά λόγια, στούς διωγμούς μέ ὑπομονή, στίς συκοφαντίες μέ λόγια φιλικά. Καταντήσαμε σάν τά σκουπίδια ὄλου τοῦ κόσμου, ὡς αὐτήν τήν ὥρα θεωρούμαστε τά ἀποβράσματα τῆς κοινωνίας. Δέ σᾶς τά γράφω αὐτά γιά νά σᾶς κάνω νά ντραπεῖτε, ἀλλά γιά νά σᾶς συμβουλέψω ὅπως ὁ πατέρας τ΄ ἀγαπημένα του παιδιά. Γιατί κι ἄν ἀκόμα ἔχετε χιλιάδες δασκάλους στή ζωή σας μέ τό Χριστό, δέν ἔχετε πολλούς πατέρες ἀλλά μόνον ἕνα. Στή σωτήρια οἰκονομία τοῦ Ἰησοῦ Χριστοῦ, ἐγώ σάν πατέρας σᾶς γέννησα μέ τό κήρυγμα τοῦ εὐαγγελίου. Σᾶς ζητῶ λοιπόν νά μοῦ μοιάσετε.

Δημοφιλείς αναρτήσεις