Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ὑμνήσωμεν πιστοί, τοὺς Προπάτορας πάντας, Χριστοῦ τοῦ δι' ἡμᾶς, ἐπὶ γῆς ὁραθέντος, δοξάζοντες ἐν ᾄσμασι, τὸν αὐτοὺς θαυμαστώσαντα, ὡς τὴν ἔλευσιν, προεκτυπώσαντας τούτου, καὶ τὴν γέννησιν, τὴν ἐκ Παρθένου ἀφράστως, τῷ κόσμῳ κηρύξαντας.