Προεόρτια Ὑψώσεως τοῦ Τιμίου καὶ Ζωοποιοῦ Σταυροῦ









Προεόρτια τῆς μεγάλης Ἑορτῆς.

Ἀπολυτίκιον. Ἦχος α’. Χορὸς Ἀγγελικός.
Τὸ ξύλον τῆς ζωῆς, ἡ οὐράνιος κλῖμαξ, ὁ ἄχραντος Σταυρός, ἡ πηγὴ τῶν χαρίτων, χερσὶν ἐμφανίζεται, Ἱερέων ὑψούμενος. Δεῦτε ἅπαντες, ἐν καθαρᾷ τῇ καρδίᾳ, προεόρτιον, τούτῳ προσάξωμεν αἶνον, Χριστὸν μεγαλύνοντες.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὁ Σταυρὸς ὁ τίμιος προανατέλλων, προκαθαίρει ἅπαντας, καὶ ἁγιάζει μυστικῶς, ὃν διανοίας εὐθύτητι, ἐτοιμασθῶμεν, πιστῶς ὑποδέξασθαι.

Μεγαλυνάριον.
Ὕδατι νιψώμεθα ἀρετῶν, καρδίας καὶ χείλη, καὶ τὰ πρόσωπα ἀδελφοί, ἵνα τοῦ Σωτῆρος, Σταυρὸν τὸν ζωηφόρον, ὅλως κεκαθαρμένοι, ὑποδεξώμεθα.



 

Δημοφιλείς αναρτήσεις