Δευτέρα, 1 Σεπτεμβρίου 2014

Aρχὴν τοῦ ἐκκλησιαστικοῦ ἔτους (Ἀρχὴ τῆς Ἰνδίκτου)


Σήμερα η Εκκλησία μας εορτάζει την Αρχή της Ινδίκτου, δηλαδή αρχή του νέου Εκκλησιαστικού έτους
«Ἴνδικτον ἡμῖν εὐλόγει νέου χρόνου, ὢ καὶ παλαιὲ καὶ δι’ ἀνθρώπους νέε».

Ἀπολυτίκιο. Ἦχος β’.
Ὁ πάσης Δημιουργός τῆς κτίσεως, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδὶᾳ ἐξουσίᾳ θέμενος, εὐλόγησον τὸν στέφανον, τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε, φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, πρεσβείαις τῆς Θεοτόκου, μόνε Φιλάνθρωπε.

Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τῶν αἰώνων Ποιητὴς καὶ Δεσπότης, Θεὲ τῶν ὅλων Ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σώζων τῷ ἐλέει σου, τῷ ἀπείρῳ Οἰκτίρμων, πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ Δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ Λυτρωτά· Εὔφορον πᾶσι, τὸ ἔτος χορήγησον.

Μεγαλυνάριον.
Ἄναρχε Τρισήλιε Βασιλεῦ, ὁ καιρῶν καὶ χρόνων, τὰς ἑλίξεις περισκοπῶν, εὐλόγησον τὸν κύκλον, τῆς νέας περιόδου, τὰς ἀγαθάς σου δόσεις, πᾶσι δωρούμενος.

Συνολικές προβολές σελίδας

ΟΙ ΠΡΕΣΒΕΙΕΣ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΜΕΤΑ ΠΑΝΤΩΝ ΗΜΩΝ

ΟΙ ΠΡΕΣΒΕΙΕΣ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΜΕΤΑ ΠΑΝΤΩΝ ΗΜΩΝ