Κυριακή των Αγίων Προπατόρων
Δέξασθαι χαρὰν οἱ πάλαι Προπάτορες,
Βλέποντες ἐγγίζοντα Xριστὸν Μεσσίαν. Γήθεο Ἀβραάμ, ὅτι Πρόπαππος Χριστοῦ ἐδείχθης. |
Κοντάκιον
Ἦχος β’. Αὐτόμελον. Χειρόγραφον εἰκόνα μὴ σεβασθέντες, ἀλλ' ἀγράφῳ οὐσίᾳ θωρακισθέντες τρισμακάριοι, ἐν τῷ σκάμματι τοῦ πυρὸς ἐδοξάσθητε, ἐν μέσῳ δὲ φλογὸς ἀνυποστάτου ἱστάμενοι, Θεὸν ἐπεκαλεῖσθε· Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος. |