Τετάρτη, 24 Αυγούστου 2011

Ἀνακομιδὴ Τιμίων Λειψάνων Ἁγίου Διονυσίου τοῦ ἐκ Ζακύνθου


Ἀπολυτίκιο. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ παντίμου Λειψάνου σου τὴν μετάθεσιν, ἀπὸ Στροφάδων εἰς Ζάκυνθον ἑορτάζοντες, Διονύσιε σοφὲ ἀνευφημοῦμέν σε· σὺ γὰρ παρέχεις δι’ αὐτοῦ, χάριν ἄφθονον ἀεί, τοῖς πίστει προσερχομένοις, τῇ θεϊκῇ χορηγίᾳ, ὡς τοῦ Χριστοῦ θεράπων γνήσιος.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τοῦ σεπτοῦ Λειψάνου σου τῇ μεταθέσει, ἑορτὴν κροτοῦμέν σοι, πᾶς ὁ λαὸς ὁ τοῦ Θεοῦ, πανευσεβῶς εὐφημοῦντές σε, θαυματοφόρε σοφὲ Διονύσιε.


Μεγαλυνάριον.
Ἦκεν ἐκ Στροφάδων ὡς θησαυρός, τῇ πόλει Ζακύνθου, τὸν σὸν Λείψανον τὸ σεπτόν, καὶ καταπλουτίζει, θαυμάτων ἐνεργείαις, τῶν εὐσεβῶν τὰ στίφη, ὦ Διονύσιε.

Συνολικές προβολές σελίδας

ΟΙ ΠΡΕΣΒΕΙΕΣ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΜΕΤΑ ΠΑΝΤΩΝ ΗΜΩΝ

ΟΙ ΠΡΕΣΒΕΙΕΣ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ ΜΕΤΑ ΠΑΝΤΩΝ ΗΜΩΝ