Το Ευαγγέλιο και ο Απόστολος Της Κυριακής ΠΡΟ ΤΗΣ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΕΩΣ

Ήχος: πλ. α΄
Εωθινόν: Η'

(Κατά Ματθαίον α΄ 1-25)


Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασών, Ναασὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ, Ῥοβαὰμ δὲ ἐγέννησε τὸν Αβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἂχαζ, Ἂχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Αβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ΄ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ΄ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Μετάφραση
(Κατά Ματθαίον α΄ 1-25)

Γενεαλογικός κατάλογος τοῦ Ἰησοῦ Χριστοῦ ἀπογόνου τοῦ Δαβίδ, ὁ ὁποῖος ἦταν ἀπόγονος τοῦ Ἀβραάμ. Ὁ Ἀβραάμ ἐγέννησε τόν Ἰσαάκ, ὁ Ἰσαάκ ἐγέννησε τόν Ἰακώβ, ὁ Ἰακώβ ἐγέννησε τόν Ἰούδα καί τούς ἀδερφούς του. Ὁ Ἰούδας ἐγέννησε τόν Φαρές καί τόν Ζαρά μέ τή Θάμαρ. Ὁ Φαρές ἐγέννησε τόν Ἐσρώμ καί ὁ Ἐσρώμ τόν Ἀράμ. Ὁ Ἀράμ ἐγέννησε τόν Ἀμιναδάβ, ὁ Ἀμιναδάβ τόν Ναασών καί ὁ Ναασῶν τόν Σαλμών. Ὁ Σαλμών ἐγέννησε τόν Βοόζ μέ τή Ραχάβ, ὁ Βοόζ ἐγέννησε τόν Ὠβήδ μέ τή Ρουθ· ὁ Ὠβήδ ἐγέννησε τόν Ἰεσσαί κι ὁ Ἰεσσαί γέννησε τόν Δαβίδ τό βασιλιά. Ὁ βασιλιάς Δαβίδ ἐγέννησε τόν Σολομώντα μέ τή γυναίκα τοῦ Οὐρία· ὁ Σολομών ἐγέννησε τόν Ροβοάμ, ὁ Ροβοάμ τόν Ἀβιά, ὁ Ἀβιά τόν Ἀσά· ὁ Ἀσά ἐγέννησε τόν Ἰωσαφάτ, ὁ Ἰωσαφάτ τόν Ἰωράμ, ὁ Ἰωράμ τόν Ὀζία· ὁ Ὀζίας ἐγέννησε τόν Ἰωάθαν, ὁ Ἰωάθαμ τόν Ἄχαζ, ὁ Ἄχαζ τόν Ἐζεκία· ὁ Ἐζεκίας ἐγέννησε τόν Μανασσή, ὁ Μανασσής τόν Ἀμών, ὁ Ἀμών τόν Ἰωσία· ὁ Ἰωσίας ἐγέννησε τόν Ἰεχονία καί τούς ἀδερφούς του τήν ἐποχή τῆς αἰχμαλωσίας στή Βαβυλώνα. Μετά τήν αἰχμαλωσία στή Βαβυλώνα, ὁ Ἰεχονίας ἐγέννησε τόν Σαλαθιήλ καί ὁ Σαλαθιήλ τό Ζοροβάβελ· ὁ Ζοροβάβελ ἐγέννησε τόν Ἀβιούδ, ὁ Ἀβιούδ τόν Ἐλιακίμ, ὁ Ἐλιακίμ τόν Ἀζώρ· ὁ Ἀζώρ ἐγέννησε τόν Σαδώκ, ὁ Σαδώκ τόν Ἀχίμ καί ὁ Ἀχίμ τόν Ἐλιούδ· ὁ Ἐλιούδ ἐγέννησε τόν Ἐλεάζαρ, ὁ Ἐλεάζαρ τόν Ματθάν, ὁ Ματθάν τόν Ἰακώβ, καί ὁ Ἰακώβ ἐγέννησε τόν Ἰωσήφ τόν ἄντρα τῆς Μαρίας. Ἀπό τή Μαρία γεννήθηκε ὁ Ἰησοῦς, ὁ λεγόμενος Χριστός. Ἀπό τόν Ἀβραάμ ὡς τόν Δαβίδ μεσολαβοῦν δεκατέσσερις γενιές· τό ἴδιο κι ἀπό τόν Δαβίδ ὡς τήν αἰχμαλωσία στή Βαβυλώνα, καθώς κι ἀπό τήν αἰχμαλωσία στή Βαβυλώνα ὡς τό Χριστό. Ἡ γέννηση τοῦ Ἰησοῦ Χριστοῦ ἔγινε ὡς ἑξῆς: Ἡ μητέρα του, ἡ Μαρία, ἀρραβωνιάστηκε μέ τόν Ἰωσήφ. Προτοῦ ὅμως συνευρεθοῦν, ἔμεινε ἔγκυος μέ τή δύναμη τοῦ Ἁγίου Πνεύματος. Ὁ μνηστήρας της ὁ Ἰωσήφ, ἐπειδή ἦταν εὐσεβής καί δέν ἤθελε νά τή διαπομπεύσει, ἀποφάσισε νά διαλύσει τόν ἀρραβώνα, χωρίς τήν ἐπίσημη διαδικασία. Ὅταν ὅμως κατέληξε σ΄ αὐτή τή σκέψη, τοῦ ἐμφανίστηκε στόν ὕπνο του ἕνας ἄγγελος σταλμένος ἀπό τό Θεό καί τοῦ εἶπε: «Ἰωσήφ, ἀπόγονε τοῦ Δαβίδ, μή διστάσεις νά πάρεις στό σπίτι σου τή Μαριάμ, τή γυναίκα σου, γιατί τό παιδί πού περιμένει προέρχεται ἀπό τό Ἅγιο Πνεῦμα. Θά γεννήσει γιό, καί θά τοῦ δώσεις τό ὄνομα Ἰησοῦς, γιατί αὐτός θά σώσει τό λαό του ἀπό τίς ἁμαρτίες τους». Μέ ὅλα αὐτά πού ἔγιναν, ἐκπληρώθηκε ὁ λόγος τοῦ Κυρίου, πού εἶχε πεῖ ὁ προφήτης: Νά, ἡ παρθένος θά μείνει ἔγκυος καί θά γεννήσει γιό, καί θά τοῦ δώσουν τό ὄνομα Ἐμμανουήλ, πού σημαίνει, ὁ Θεός εἶναι μαζί μας. Ὅταν ξύπνησε ὁ Ἰωσήφ, ἔκανε ὅπως τόν πρόσταξε ὁ ἄγγελος τοῦ Κυρίου καί πῆρε στό σπίτι του τή Μαρία τή γυναίκα του. Καί δέν εἶχε συζυγικές σχέσεις μαζί της· ὡσότου γέννησε τό γιό της τόν πρωτότοκο καί τοῦ ἔδωσε τό ὄνομα Ἰησοῦς.


Ο Απόστολος Της Κυριακής
(Πρός Εβραίους ια΄ 9-10, 32-40)

Πίστει παρῴκησεν εἰς τήν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετά Ἰσαάκ καί Ἰακώβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· ἐξεδέχετο γάρ τήν τούς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καί δημιουργός ὁ Θεός. Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ ᾿Ιεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα Κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Μετάφραση
(Πρός Εβραίους ια΄ 9-10, 32-40)

Μέ πίστη ἐγκαταστάθηκε στή γῆ πού τοῦ εἶχε ὑποσχεθεῖ ὁ Θεός, ξένος σέ ἄγνωστη χώρα, ζώντας σέ σκηνές μέ τόν Ἰσαάκ καί τόν Ἰακώβ, πού κι αὐτοί ἦταν κληρονόμοι τῆς ἴδιας ὑποσχέσεως. Κι αὐτό, γιατί περίμενε τήν πόλη πού θά εἶχε στέρεα θεμέλια καί πού ἀρχιτέκτονας καί δημιουργός της θά ἦταν ὁ Θεός. Χρειάζεται νά συνεχίσω; Δέ θά μέ πάρει ὁ χρόνος νά διηγηθῶ γιά τό Γεδεῶν, τό Βαράκ, τό Σαμψῶν, τόν Ἰεφθάε, τό Δαβίδ, τό Σαμουήλ καί τούς προφῆτες. Μέ τήν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τό δίκαιο, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν τή σφαγή, ἔγιναν ἀπό ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στόν πόλεμο, ἔτρεψαν σέ φυγή ἐχθρικά στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στή ζωή τούς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὡς τό θάνατο, χωρίς νά δεχτοῦν τήν ἀπελευθέρωσή τους, γιατί πίστευαν ὅτι μποροῦσαν ν΄ ἀναστηθοῦν σέ μία καλύτερη ζωή. Ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, ἀκόμη καί δεσμά καί φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μέ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μέ προβιές καί κατσικίσια δέρματα, ἔζησαν σέ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καί κακουχίες - ὁ κόσμος δέν ἦταν ἄξιος να΄ χεῖ τέτοιους ἀνθρώπους - πλανήθηκαν σέ ἐρημιές καί βουνά, σέ σπηλιές καί σέ τρύπες τῆς γῆς. Ὅλοι οἱ παραπάνω, παρά τήν καλή μαρτυρία τῆς πίστης τους, δέν πῆραν ὅτι τούς ὑποσχέθηκε ὁ Θεός. Αὐτός εἶχε προβλέψει κάτι καλύτερο γιά μας, ἔτσι ὥστε νά μή φτάσουν ἐκεῖνοι στήν τελειότητα χωρίς ἐμᾶς.

Δημοφιλείς αναρτήσεις